Рейтинговые книги
Читем онлайн Сочинения. Том 3 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 106 107 108 109 110 111 112 113 114 ... 145
νόσος ἕξις ἤδη νοσοῦσα, ἡ δὲ ὑπὸ τοῦ Χρυσίππου λεγομένη νόσος εὐεμπτωσίᾳ μᾶλλον ἔοικεν εἰς πυρετούς.”

5.2.8. ἐν τούτοις τὸν Ποσειδώνιον ἐπαινῶ μὲν ὅτι τοῖς ὑγιαίνουσι σώμασιν ὁμοίως ἔχειν φησὶ τὰς τῶν φαύλων ψυχὰς ὅταν ἔξω παθῶν καθεστήκωσιν, οὐκ ἐπαινῶ δὲ νόσον ὀνομάζοντα τὴν τοιαύτην κατάστασιν.

5.2.9. ἐχρῆν γάρ, εἴπερ ὀρθῶς εἴκαζε, τὰς μὲν τῶν σπουδαίων ψυχὰς ὁμοίως ἔχειν φάναι τοῖς ἀπαθέσι σώμασιν, εἴτ’ οὖν ἐστιν εἴτ’ οὐκ ἔστιν τινὰ τοιαῦτα, περιττὸν γὰρ ὡς πρὸς τὴν προκειμένην εἰκόνα διασκέπτεσθαι τοῦτο, τὰς δὲ τῶν προκοπτόντων τοῖς εὐεκτικοῖς, τὰς δὲ τῶν μετρίων ἀνδρῶν τοῖς ὑγιαίνουσι χωρὶς εὐεξίας, τὰς δὲ τῶν πολλῶν τε καὶ φαύλων τοῖς ἐπὶ σμικρᾷ προφάσει νοσοῦσι, τὰς δὲ τῶν ὀργιζομένων ἢ θυμουμένων ἢ ὅλως ἐν πάθει τινὶ καθεστώτων τοῖς ἤδη νοσοῦσιν.

5.2.10. ἀλλὰ γὰρ εὐλαβηθῆναί μοι δοκεῖ διαφερόμενος ἐν ἅπασι φωραθῆναι Χρυσίππῳ· τίνα γὰρ ἄν τις ἄλλην αἰτίαν εἴποι τοῦ τὴν νόσον τῆς ψυχῆς ὁμοιοῦν αὐτὸν τῇ καταστάσει τῶν θ’ ὑγιαινόντων σωμάτων τῶν τ’ ἤδη νοσούντων;

5.2.11. οὐ γὰρ ἀμφοτέροις ἀλλὰ μόνοις τοῖς νοσοῦσι δικαιότερον ἦν παραβεβλῆσθαι τὰς νοσούσας ψυχάς· ἀδύνατον γὰρ ἓν πρᾶγμα τὴν νόσον τῆς ψυχῆς δυσὶν ἐναντίοις ὡμοιῶσθαι πράγμασιν, ὑγ<ι>είᾳ τε ἅμα καὶ νόσῳ.

5.2.12. εἰ γὰρ δὴ τοῦτο, καὶ τὴν ὑγίειαν ἀναγκαῖον ἔσται τῇ νόσῳ παραπλησίαν ὑπάρχειν, εἴ γε δὴ τῇ τῆς ψυχῆς νόσῳ προσέοικεν ἑκάτερον αὐτῶν· τὰ γὰρ τῷ αὐτῷ παραπλήσια πάντως που καὶ ἀλλήλοις ἐστὶ παραπλήσια.

5.2.13. Χρύσιππος δ’ ἀτοπώτερον ἔτι μηδ’ ἐν ταῖς περιοδικαῖς τισι νόσοις καθεστῶσιν, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν, ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς.

5.2.14. γράφει γοῦν ὧδε· “ὑπονοητέον τοίνυν τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει καθ’ ἣν οὐ περιοδικῶς ἀλλ’ ἀτάκτως πυρετοὶ καὶ φρῖκαι γίνονται καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως καὶ μικρῶν ἐπιγινομένων αἰτίων.”

5.2.15. οὐκ οἶδα τί ποτε δόξαν αὐτῷ τοὺς μὲν ἑτοίμως ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησί, τοὺς δ’ ἤδη νοσοῦντας οὐδ’ ὅλως νοσεῖν.

5.2.16. οἱ γὰρ ἐν τεταρταίαις καὶ τριταίαις περιόδοις ὄντες, ἐπειδὰν μὲν ῥιγῶσί τε καὶ πυρέττωσιν, ἐν πάθει καθεστήκασι, κινουμένης δ’ αὐτῶν τῆς νοσώδους κατασκευῆς ἐπειδὰν μηδὲν τούτων πάσχωσιν ἀλλ’ ἐν τοῖς καλουμένοις διαλείμμασιν ὦσιν, ἔξω τῶν παθῶν εἰσι.

5.2.17. τὴν μέντοι νοσώδη κατάστασιν εἰκάζοι[τό] τις ἄν, οἶμαι, τοῖς ἤτοι πενθοῦσιν ἢ ἐρῶσιν ἢ φθονοῦσιν ἤ τι τοιοῦτον ἕτερον πάσχουσι.

5.2.18. καὶ γὰρ οὗτοι, καθ’ ὃν μὲν ἂν χρόνον ἢ ὑπνώττωσιν ἢ πρὸς ἄλλῳ τινὶ τὴν διάνοιαν ἔχωσιν, ἔξω τῶν παθῶν γίνονται, μετ’ ὀλίγον δὲ ἀναμνησθέντες αὐτῶν εἰς παραπλησίαν τινὰ κατάστασιν ἀφικνοῦνται ταῖς καταβολαῖς τῶν πυρετῶν. ὅσοις μέντοι μήτε πένθος ἐνέστηκε μήτ’ ἐπιθυμία τις ὑπόγυος ἢ θυμός, οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν.

5.2.19. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι δ’ οὔ, καὶ τῶν τὰς ψυχὰς ὑγιαινόντων οἱ μὲν τούτοις οἱ δ’ ἐκείνοις ὁμοίως ἕξουσιν, οὐ μὴν λεχθήσονταί γε νοσεῖν τὰς ψυχὰς εἴπερ μηδὲ ἐκεῖνοι τὰ σώματα.

5.2.20. ἀλλὰ νὴ Δία, φήσει τις ἴσως τῶν Στωϊκῶν, ὥσπερ οὖν καὶ λέγουσιν, οὐ τὴν αὐτὴν ἀναλογίαν εἶναι τῇ ψυχῇ πρὸς τὸ σῶμα κατά τε τὰ πάθη καὶ τὰ νοσήματα καὶ τὴν ὑγίειαν.

5.2.21. τί ποτ’ οὖν, ὦ βέλτιστοι, φαίημεν ἂν ἡμεῖς πρὸς αὐτούς, εἰκάζετε τοῖς κατὰ τὸ σῶμα πάθεσί τε καὶ νοσήμασι τὰ τῆς ψυχῆς πάθη; τί δὲ Χρύσιππος ἐν τῷ περὶ παθῶν ἠθικῷ γράφει ταυτί;

5.2.22. “οὔτε γὰρ περὶ τὸ νοσοῦν σῶμά ἐστί τις τέχνη ἣν προσαγορεύομεν ἰατρικήν, οὐχὶ δὲ καὶ περὶ τὴν νοσοῦσαν ψυχήν ἐστί τις τέχνη οὔτ’ ἐν τῇ κατὰ μέρος θεωρίᾳ τε καὶ θεραπείᾳ δεῖ λείπεσθαι ταύτην ἐκείνης.

5.2.23. διὸ καὶ καθάπερ τῷ περὶ τὰ σώματα ἰατρῷ καθήκει τῶν τε συμβαινόντων αὐτοῖς παθῶν ἐντὸς εἶναι, ὡς εἰώθασι τοῦτο λέγειν, καὶ τῆς ἑκάστῳ οἰκείας θεραπείας, οὕτω καὶ τῷ τῆς ψυχῆς ἰατρῷ ἐπιβάλλει ἀμφοτέρων τούτων ἐντὸς εἶναι ὡς ἔνι ἄριστα.

5.2.24. καὶ ὅτι οὕτως ἔχει μάθοι ἄν τις τῆς πρὸς ταῦτ’ ἀναλογίας παρατεθείσης ἀπ’ ἀρχῆς. ἡ γὰρ πρὸς ταῦτα ἀντιπαρατείνουσα οἰκειότης παραστήσει, ὡς οἴομαι, καὶ τὴν τῶν θεραπειῶν ὁμοιότητα καὶ ἔτι τὴν ἀμφοτέρων τῶν ἰατρειῶν πρὸς ἀλλήλας ἀναλογίαν.”

5.2.25. ὅτι μὲν οὖν ἀναλογίαν τινὰ βούλονται εἶναι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα, δῆλον οἶμαι γεγονέναι καὶ οὐ μόνον γε διὰ τῆς προγεγραμμένης ῥήσεως ἀλλὰ καὶ δι’ ὧν ἐφεξῆς γράφει τόνδε τὸν τρόπον ἐχόντων·

5.2.26. “καθάπερ γὰρ καὶ ἐπὶ τοῦ σώματος θεωρεῖται ἰσχύς τε καὶ ἀσθένεια, εὐτονία καὶ ἀτονία [καὶ τόνος], πρὸς δὲ τούτοις ὑγίειά τε καὶ νόσος, καὶ εὐεξία τε καὶ καχεξία”, καὶ τἆλλα ὅσα τούτοις ἑξῆς καταλέγει πάθη τε καὶ ἀρρωστήματα καὶ νοσήμα-τα, “κατὰ τὸν αὐτόν” φησι “τρόπον ἀνάλογόν τινα πᾶσι τούτοις καὶ ἐν ψυχῇ λογικῇ συνίσταταί τε καὶ ὀνομάζεται.”

5.2.27. εἶθ’ ἑξῆς ἐπιφέρων φησίν· “ὡς οἴομαι, ἀπὸ τῆς τοιαύτης ἀναλογίας τε καὶ ὁμοιότητος καὶ τῆς ἐν αὐτοῖς συνωνυμίας γεγενημένης· καὶ γὰρ καὶ κατὰ ψυχήν τινας λέγομεν ἰσχύειν καὶ ἀσθενεῖν καὶ εὐτόνους καὶ ἀτόνους εἶναι καὶ ἔτι νοσεῖν καὶ ὑγιαίνειν, οὕτω πως καὶ τοῦ πάθους καὶ τοῦ κατ’ αὐτὴν ἀρρωστήματος λεγομένου καὶ τῶν τούτοις παραπλησίων.”

5.2.28. ἐναργὼς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ἀναλογίαν τινὰ βούλεται σώζεσθαι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα καὶ παθῶν πρὸς πάθη καὶ ἀρρωστημάτων πρὸς ἀρρωστήματα καὶ νοσημάτων πρὸς νοσήματα καὶ ὑγιείας πρὸς ὑγίειαν καὶ εὐεξίας πρὸς εὐεξίαν καὶ ἰσχύος πρὸς ἰσχὺν καὶ ἀσθενείας πρὸς ἀσθένειαν καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν συνωνύμως λεγομένων πρὸς ἅπαντα· καὶ γὰρ τοὔνομα καὶ τὸν λόγον αὐτῶν εἶναι τὸν αὐτὸν εἴ γε δὴ συνώνυμά φησιν ὑπάρχειν αὐτά.

5.2.29. ὥστε ὅπως ἄν τις ὁρίζηται καθόλου τὴν ἐν τῷ σώματι νόσον, ἀναγκαῖον εἶναι τούτῳ καὶ τὴν ἐν ψυχῇ κατὰ τὸν αὐτὸν τρόπον ὁρίζεσθαι. ὅτι μὲν οὖν πρόκειται τῷ Χρυσίππῳ <τὴν> ἀναλογίαν ἅπασαν ἐξηγεῖσθαί τε καὶ φυλάττειν, ἐκ τούτων δῆλον.

5.2.30. εἰ δὲ ἐπιχειρήσας αὐτὸ ποιεῖν οὐ τυγχάνει τοῦ προτεθέντος, οὐκ ἀποστατέον ἐστὶ τῆς ὁμοιότητος ἀλλὰ τῇ διδασκαλίᾳ μεμπτέον ὡς οὐκ ἀληθεῖ. τοῦτο δ’ οὐδὲν ἧττον αὐτῇ καὶ κατὰ τὸν ἐφεξῆς ὑπάρχει λόγον ἅπαντα τὸν ἐν τῷ περὶ παθῶν ἠθικῷ.

5.2.31. γράφει γοῦν ὧδε· “διὸ καὶ κατὰ τρόπον προῆκται Ζήνωνι λόγος. ἡ δὲ τῆς ψυχῆς νόσος ὁμοιοτάτη ἐστὶ τῇ τοῦ σώματος ἀκαταστασίᾳ. λέγεται δὲ εἶναι σώματος νόσος ἡ ἀσυμμετρία τῶν ἐν αὐτῷ, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ.”

5.2.32. καὶ μετ’ ὀλίγα, “ἡ δ’ ἐν τῷ σώματι ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν διειρημένων” καὶ πάλιν ἐφεξῆς, “οἶμαι γὰρ

1 ... 106 107 108 109 110 111 112 113 114 ... 145
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 3 - Гален Клавдий бесплатно.

Оставить комментарий