οἷα περ<ὶ> τοὺς παῖδας ἐμήνισεν, οὐ σμικρὰ γνωρίσματα˙
3.4.25. τοῦ δὲ λογιστικοῦ τῆς συνέσεως, ὑποτίθεται γὰρ κἀν τούτοις αὐτὴν ὁ Εὐριπίδης οὐ τὴν τυχοῦσαν, οὐ σμικρὰ σημεῖα <τὰ> πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς ἐπινοηθέντα καὶ ὅσα πρὸς ἑαυτὴν διεξέρχεται καταστέλλουσα καὶ πείθουσα τὸν θυμὸν ἀποχωρεῖν ἔργων ἀνοσίων.
3.4.26. ὥστ’ εὐλόγως ἐπ’ αὐτῆς ὁ Εὐριπίδης εἶπε˙
“τί ποτ’ ἐργάσεται
μεγαλόσπλαγχνος, δυσκατάπαυστος
ψυχὴ δηχθεῖσα κακοῖσι;”
3.4.27. αὕτη μὲν οὖν μεγαλόσπλαγχνος˙ ἄσπλαγχνος δὲ καὶ μικρόσπλαγχνος ᾧ φαῦλα καὶ μικρὰ καὶ βραδυκίνητα καὶ δυσκίνητα τὰ τρία τῆς ψυχῆς μόρια.
3.4.28. μεταξὺ δέ μοι τῶν λόγων ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι˙ λέλεκται δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων ὡς οὐκ ἐνδέχεταί τινα διαλεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως ἁπάσης ἀδολεσχίας.
3.4.29. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ τῆς Χρυσίππου προαχθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνάς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων.
3.4.30. οὐχ ὅπως γὰρ Εὐριπίδης ἢ Τυρταῖος ἤ τις ἄλλος ποιητὴς ἢ καὶ παντάπασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ δόγματος ἁπάσης ἀποδείξεως χωρίς, ἀλλ’ οὐδ’ αὐτὸς ὁ πάντων ἰατρῶν ὁμολογουμένως ἄριστος ῾Ιπποκράτης, ὥσπερ οὐδὲ ὁ πρῶτος ἁπάντων φιλοσόφων Πλάτων.
3.4.31. οὐδὲ γὰρ ἂν ῥαγῶσιν ὑπὸ φθόνου σύμπαντες οἱ μετ’ αὐτὸν οὐδ’ ἂν ὑπὸ φιλονεικίας ἀναίσχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον, ἢ τὴν δόξαν ὑπερβαλέσθαι ποτὲ δυνήσονται τὴν Πλάτωνος ἢ τὸν τῶν ἀποδείξεων μιμήσασθαι κόσμον· ἀλλ’ ὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων ἁπλῶς εἰποῦσιν ἀξιοῖ πιστεύειν ἀλλ’ ἀναμένει τὴν ἀπόδειξιν.
3.4.32. ὁ δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς οὔτ’ ἐξελέγχειν ἐπεχείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε καὶ Στησίχορον ἐπικαλούμενος μάρτυρας οὓς εἰ καὶ ζῶντας ἤρετό τις εἰ τῆς περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν, ἐξωμολογήσαντο ἂν εὖ οἶδ’ ὅτι μηδενὸς ἐπαΐειν αὐτῶν, αὐτοὶ δὲ μᾶλλον ἂν οἶμαι παρὰ Χρυσίππου τι μαθεῖν ἢ παρ’ αὑτῶν ἀποδεικνύειν ἠξίωσαν.
3.4.33. εἶτα δηλαδὴ Χρύσιππος ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτούς, ὁ σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς, ὁ σώφρων ἐπὶ τοὺς μαινομένους, ὁ λόγων ἀκολουθίαν εἰδὼς ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς κατὰ πάντα καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν.
3.4.34. ἀλλ’ εἰ καὶ μαίνονται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν οἶμαι σῶφρον ἔχουσι, τὸ μὴ καλεῖν ἐφ’ ἃ λέγουσι τοὺς καταμαρτυρήσοντας ἑαυτῶν.
3.4.35. ἡ δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν ἰδιωτῶν ἀμαθίας ἐπέκεινα προελήλυθεν· ἐπικαλεῖται γοῦν μάρτυρας ὑφ’ ὧν κατακρίνεται. τούτου χάριν ἠναγκάσθην κἀγὼ νῦν ἀδολεσχεῖν, ἵν’ ἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι μέγιστα σφαλλόμενον.
3.4.36. οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν ὑπὸ Πλάτωνός τε καὶ ῾Ιπποκράτους εἰρημένων ἀποδείξεων οὔτε ἀντεῖπεν οὔτ’ αὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν οὔτε οἶδεν οὓς χρὴ καλεῖν μάρτυρας.
3.4.37. ἐπεδείξαμεν οὖν ἤδη καὶ διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας τοῦ Χρυσίππου· πρόδηλος δὲ καὶ νῦν ἐστιν ἡ ἀναισθησία τἀνδρός, ἃ χρῆν ἀποκρύπτειν ἐναργῶς καταβάλλοντα τὸν λόγον αὐτοῦ, ταῦτ’ οὐ μόνον <οὐκ> ἀποκρύπτοντος, ἀλλὰ καὶ μαρτυρεῖν ὑπολαμβάνοντος.
3.5.1. ᾿Αποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου πρὸς τὸ μηδὲν παρελθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ὧδε·
3.5.2. “τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι καὶ νὴ Δία <καὶ> τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια.
3.5.3. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ πάντες, ἵνα ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινῶν τὸν θυμὸν καὶ καταπίνειν τὴν χολήν τι-νας ἀξιοῦσι, λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην φορὰν λέγομεν.
3.5.4. οὕτω δὲ λέγεσθαι καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν καὶ ὅτι “καταπιὼν τὸ ῥηθὲν ἀπῆλθεν”, ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους ὅτι “πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρεις,” ἔφησεν “ἀλλ’ οὐ πάντα καταπίνεται”, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων εἰ μὴ περὶ τὸν θώρακα τὸ ἡγεμονικὸν ἡμῶν ἦν εἰς ὃ ταῦτα πάντα φέρεται.
3.5.5. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν, ἀναβαίνειν [δ’] ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων καὶ οὐ καταβαίνειν τὸν προειρημένον τρόπον˙· “τῆς <γὰρ> κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται, ἐὰν δὲ περὶ τὴν κεφαλήν, ἀλλοτριώτερον.”
3.5.6. ἐν τούτοις πάλιν ὁ Χρύσιππος οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφ’ ἑαυτὸν καλῶν· τὸ γὰρ ἀναβαίνειν τὸν θυμὸν ἢ καταβαίνειν τὴν χολὴν ὅσα τ’ ἄλλα τοιαῦτα λέγεται μαρτυρεῖ τοῖς τὸν θυμόν τε καὶ ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, ὥσπερ ἐν τῇ κεφαλῇ τὸν λογισμόν.
3.5.7. τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλοὺς οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι μηδὲ μανθάνωσι τῶν λεγομένων, <ἀλλ’> ἐπειδὰν λέγηται μέν τινα ὡς ὀργὴν ἢ λύπην ἢ θυμὸν ἤ τι τοιοῦτον πάθος ἐκκαλεσόμενα, μὴ φροντίζῃ δὲ αὐτῶν ὁ ἀκούων μηδὲ κινῆται κατὰ πάθος. αὕτη μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω.
3.5.8. μετὰ ταῦτα δ’ ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνητα˙ “αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσιν ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ὧδε τὰ εἰρημένα.”
3.5.9. τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές ἐστι δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ καὶ μὴ ὥσπερ τὰ πρόσθεν τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ ὀρχουμένας ἅπερ ὁ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι κἀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς γυναῖκας μάρτυρας.
3.5.10. οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως οὐδ’ ὀρχοῦνται ταῖς χερσὶν ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας ἢ ἀπειλῆς ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι μήτε θυμοῦσθαι μήθ’ ὅλως ἀγανακτεῖν· ὅπερ οὐδ’ αὐτὸν οἶμαι λανθάνει τὸν Χρύσιππον.
3.5.11. ἀντιφθεγγόμενος γοῦν κἀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον ὡδί πως γράφει˙ “ἀφ’ ἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν, ἀπὸ τῆς φορᾶς ταύτης καὶ βαθεῖς τινάς φαμεν εἶναι διὰ τὸ μηδὲν τῶν τοιούτων ἐφικνεῖσθαι καταβὰν αὐτῶν.”
3.5.12. ὅτι