Рейтинговые книги
Читем онлайн Сочинения. Том 3 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 87 88 89 90 91 92 93 94 95 ... 145
ὀνομάζουσιν. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς ῞Ελλησιν, ὧν ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται.

4.4.16. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει· “διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων.

4.4.17. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι· καθὸ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν.”

4.4.18. ἐναργῶς ἐν τούτοις ὁ Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς, ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς ῞Ελλησι, τὸ μὲν ἕτερον ᾧ τὸ εὔλογον ἐναντίον ἐστί, τὸ δ’ ἕτερον ᾧ μηδὲν μέτεστι λόγου.

4.4.19. τὸ μὲν οὖν ἀντικείμενον τῷ εὐλόγῳ ἁμάρτημά ἐστι καὶ κρίσις μοχθηρά· τὸ δ’ ἕτερον, ὃ χωρὶς λόγου γίγνεται παντός, ἡ κατὰ τὸ πάθος ὁρμὴ καὶ κίνησις.

4.4.20. εἰ δέ γε ἦν πλείω τὰ σημαινόμενα τοῦ ἄλογον ὀνόματος, οὐκ ἂν ὤκνησεν οὐδὲ περὶ ἐκείνων εἰπεῖν ἐπιδεικνὺς ὡς οὐδὲ καθ’ ἓν αὐτῶν ἄλογον εἴρηται τὸ τῆς ψυχῆς πάθος, ἀλλὰ κατὰ μόνον ὅπερ αὐτὸς ὠνόμασε τὸ κατὰ τὴν ἀποστροφὴν τοῦ λόγου γινόμενον.

4.4.21. ὅσα μὲν γάρ τις ἔκρινε κακῶς, οὐκ ἀπέστραπται τὸν λόγον, ἀλλ’ ἔσφαλται κατ’ αὐτόν· ὅσαι δ’ ὁρμαὶ κατὰ θυμὸν ἢ ἐπιθυμίαν ἀποτελοῦνται μὴ προσχρώμεναι λόγῳ, ταύτας ἀλόγους ὀνομάζει κατὰ τὸ ἕτερον τῶν σημαινομένων, ἐν ᾧ τὴν α φωνὴν ἀποφάσκειν τε καὶ ἀναιρεῖν ἐλέγομεν τὸ σημαινόμενον τῆς μετ’ αὐτὸ τεταγμένης.

4.4.22. ἡ γὰρ ἀπειθὴς λόγῳ κίνησις ψυχῆς ἄλογός ἐστι κατὰ τοῦτο τὸ σημαινόμενον ἐν ᾧ τὸ μηδὲ ὅλως χρῆσθαι λόγῳ περιέχεται.

4.4.23. ὡς εἴγε χρώμεθα λόγῳ καὶ κατ’ αὐτήν, οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν ἔν τε τῷ πρώτῳ περὶ παθῶν οὐχὶ “διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον,” ἀλλ’ “ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ” καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν αὐτὰ δὴ ταῦτα τὰ μικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ τῆς ῥήσεως ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν ἐν τῷ τοῦ πάθους ὁρισμῷ σημαίνεσθαι, θάτερον δὲ τὸ ἀπειθές τε καὶ ἀπεστραμμένον τὸν λόγον.

4.4.24. ἐπιφέρων γοῦν φησιν· “οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται καταστάσεις εἰσίν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ ἐκφερομένων καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως.

4.4.25. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κἂν ὁποιοσοῦν ᾖ, κρατοῦσιν ἤτοι ἀπαθεῖς εἰσι τῆς τοιαύτης κινήσεως καὶ τῶν κατ’ αὐτὴν ὁρμῶν.”

4.4.26. ἐνταῦθα γὰρ πάλιν τὸ “κἂν ὁποιοσοῦν ᾖ” προσκείμενον ἐπὶ τοῦ λόγου σαφῶς ἐνδείκνυται τὸν ἀπὸ τῶν ἁμαρτημάτων διορισμὸν τοῦ πάθους.

4.4.27. εἴτε γὰρ ὑγιὴς εἴη καὶ ἀληθὴς ὁ λόγος εἴτε μοχθηρός τε καὶ ψευδής, ὁ κινούμενος κατ’ αὐτὸν οὐκ ἄν ποτε γένοιτ’ ἐν πάθει.

4.4.28. κατὰ μὲν γὰρ τὸν ἀληθῆ προσηκόντως τε καὶ κατωρθωμένως κινεῖται, κατὰ δὲ τὸν ψευδῆ μοχθηρῶς τε καὶ διημαρτημένως. ἵνα γὰρ ὁ λόγος ἡγεμών ἐστιν, ἢ ἀρετὴ ἕπεται ἢ ἁμάρτημα, πάθος δ’ οὐδέποτε.

4.4.29. τὸ γοῦν οἰηθῆναι τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καθάπερ ὁ ᾿Επίκουρος, ἡμαρτημένος τε λόγος ἐστὶ καὶ ψευδής, ἁπάσας τε τὰς ἐνεργείας καὶ κατὰ μέρος κινήσεις [ἐκ] τῆς ψυχῆς ὅσαι τῆς ἡδονῆς ὡς τέλους στοχάζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης ἔχει καὶ διημαρτημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη· τὸ γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ’ ἔστι, τὸ χωρὶς λόγου κινεῖσθαι τὴν ψυχήν.

4.4.30. ὅθεν καὶ δεόντως ὁ Χρύσιππος ἔγραψεν “οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ ’τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς ‘κρατοῦσι τῶν κατ’ αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν ἀλλ’ οὐχ ὑπ’ αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἱ κατὰ πρανοῦς θέοντες.”

4.4.31. συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει καὶ ταυτὶ προσγράφει· “οἱ δέ γε κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες καὶ ἐὰν ὁποιοσοῦν ᾖ, κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι ἐάνπερ ἐνδεικνύηται αὐτός, παραπλησίως τοῖς περιπατοῦσιν.”

4.4.32. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει “διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι ἅτ’ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν.”

4.4.33. πῶς “οὕτως”; ἢ δηλονότι χωρὶς λόγου παντὸς καὶ ἀπεστραμμέναι τὸν λόγον, ὃν ἡγεμόνα ἔδωκεν ἡμῖν ἡ φύσις ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν; οὐχ ἡγεῖται δ’ ἐν τοῖς πάθεσιν· ὅθεν ἐκβεβηκέναι φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς κατὰ πάθος κινήσεις, ὀρθότατα λέγων.

4.4.34. εἰ γὰρ ἡ μὲν λογικὴ τοῦ ζῴου σύστασις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ κρατεῖ δ’ οὗτος οὐδ’ ἡγεῖται τῶν κατὰ πάθος κινήσεων, ἐκβέβηκε τὴν λογικὴν φύσιν ὁ κατὰ πάθος κινούμε-νος. καὶ μὴν εἴπερ οὐ λόγος ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν ἡμῖν οἱ περὶ τὸν Χρύσιππον ὅ τί ποτέ ἐστι τὸ ἡγούμενον.

4.4.35. οὐ γὰρ δὴ ἀποχρήσει γε αὐτοῖς εἰπεῖν ὡς οὔτε λόγος οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ οὕτως ἀναίτιόν τινα κίνησιν ὃ παντὸς μᾶλλον φυλάττεσθαι παραινοῦσι καὶ μέμφονταί γε τὸν ᾿Επίκουρον ἐπειδάν τινα τοιαύτην ὑποτιθῆται.

4.4.36. εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται καὶ τοῦτ’ ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων ὁμολόγημα κοινόν, οὐ Χρυσίππου μόνον ἢ ᾿Αριστοτέλους ἢ Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, ἥτις ποτ’ ἐστὶν αἰτία τῆς κατὰ πάθη κινήσεως.

4.4.37. οὐ γὰρ δὴ ὁ λόγος γε νῦν ἡγεμὼν οὐδ’ αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔν τε τοῖς ἁμαρτήμασι καὶ κατορθώμασιν.

4.4.38. ὁ μὲν οὖν Ποσειδώνιος, ὡς ἂν οἶμαι τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτοῦ πρὸς αὑτὸν ἐναντιολογίαν τοῦ Χρυσίππου καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν· οἱ δ’ ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ’ ὅπως ἕπεσθαι μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν ἢ τἀληθὲς αἱρεῖσθαι.

4.5.1. Καὶ οἵ γε νῦν αὐτῶν ἐνδοξότατοι πυνθανομένων ἡμῶν ἑκάστοτε τίνα ποτὲ χρὴ τίθεσθαι τὴν αἰτίαν τῆς κατὰ τὰ πάθη κινήσεως, ἄνω μὲν καὶ κάτω τοὺς λόγους ἑλίττουσιν, ἀποσαφοῦσι δ’ οὐδέν, ἀλλ’ ἐνίοτε μὲν τὸν ἡμαρτημένον λόγον φασὶ καὶ τὴν δόξαν τὴν ψευδῆ τῶν κατὰ τὰ πάθη κινήσεων αἴτιον ὑπάρχειν, δυσωπούμενοι δ’ αὖθις ὑπὸ τῶν Χρυσίππου ῥήσεων ὑποχωροῦσί τε τούτων καὶ κινήσεις τινὰς ἀναιτίους ὑποτίθενται καὶ μένουσιν οὐδέποτ’ ἐπὶ τῶν αὐτῶν ἀποκρίσεων, ἀλλ’ Εὐρίπου δίκην ἑκάστοτε μεταρρέουσιν ἀπὸ μὲν τοῦ τὸν λόγον τε καὶ τὴν δόξαν αἰτιᾶσθαι τῶν παθῶν

1 ... 87 88 89 90 91 92 93 94 95 ... 145
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 3 - Гален Клавдий бесплатно.

Оставить комментарий