Рейтинговые книги
Читем онлайн Канонические правила Православной Церкви с толкованиями - Мамбурин

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 412 413 414 415 416 417 418 419 420 ... 587
τοίνυν πρὸς ἡμᾶς τοῦ ἁγιωτάτου ἀδελφοῦ καὶ συνεπιακόπου ἡμῶν Φαυστίνου, συνήξαμεν σύνοδον, καὶ ἐπιστεύσαμεν διὰ τοῦτο αὐτὸν μετ᾽ ἐκείνου πεμφθέντα, ἵνα, ὥσπερ οὗτος τῇ αὐτοῦ σπουδῇ τῷ πρεσβυτέρῳ ἀπεδόθη, οὕτω καὶ νῦν δυνηθῇ τῷ αὐτοῦ κόπῳ ἐκ τῶν ἀπὸ τῶν ἐν Θαβρακηναῖς ὑποβληθέντων τοσούτων ἐγκλημάτων καθαρθῆναι· οὗ τινος τὰ τοσαῦτα καὶ οὕτω παμμεγέθη ἀτοπήματα, ἡ πληθὺς καταδραμοῦσα τῆς ἡμετέρας συνόδου εὗρεν, ὅτι καὶ τοῦ μνημονευθέντος τὴν πατρωνίαν μᾶλλον ἤπερ κρίσιν, καὶ τὴν ὡς ἐκδίκου σπουδὴν μᾶλλον ἤπερ διαγνώστου δικαιοσύνην ὑπερεκίνησε. Πρῶτον μὲν γὰρ ἀντέστη μεγάλως πάσῃ τῇ συνόδῳ διαφόρους ὕβρεις ἐπιφέρων, ὡσανεὶ τὰ πριβιλέγια τῆς Ῥωμαϊκῆς ἐκκλησίας διεκδικῶν, καὶ θέλων αὐτὸν παρ᾽ ἡμῶν εἰς κοινωνίαν δεχθῆναι, ἣν ἡ σὴ ἁγιωσύνη πιστεύσασα ἐκκαλεῖσθαι, ὅπερ ἀποδεῖξαι οὐκ ἠδυνήθη, τῇ κοινωνίᾳ ἀποδέδωκεν· Ὅμως ἧττον αὐτῷ τοῦτο ἐξεγένετο, ὅπερ ἔτι μὴν τῇ ἀναγνώσει τῶν πεπραγμένων κρειττόνως γνοίης. Τριημέρου μέντοι δίκης ἐπιμόχθου κινηθείσης, ἐν ὅσῳ τὰ διάφορα τῷ αὐτῷ ὑποβληθέντα συντριβόμενοι ἐζητοῦμεν, ὁ Θεὸς ὁ δίκαιος κριτής, ὁ ἰσχυρὸς καὶ μακρόθυμος, τάς τε παρολκὰς τοῦ συνεπισκόπου ἡμῶν Φαυστίνου, καὶ τὰς τριψεργίας τοῦ αὐτοῦ Ἀπιαρίου, αἷς τὰς ἀθεμίτους αὐτοῦ αἰσχρότητας συγκαλύψαι ἐπηρείδετο, μεγάλῃ συντομίᾳ ἔτεμε, τῆς σιχαντῆς δηλαδὴ καὶ δυσωδεστέρας ἐπιμονῆς καταργηθείσης, καὶ τῆς ἀναισχυντίας τῆς ἀρνήσεως, δι᾽ ἧς τῶν τοσούτων ἡδονῶν τὸν βόρβορον ἐβούλετο καταβυθίσαι. Τοῦ γὰρ Θεοῦ ἡμῶν τὴν συνείδησιν αὐτοῦ στενοχωρήσαντος, καὶ τὰ ἐν τῇ καρδίᾳ κρυπτά, ὡς ἐν ἰλύϊ τῶν ἐγκλημάτων ἤδη καταδεδικασμένα, πᾶσιν ἔτι μὴν τοῖς ἀνθρώποις δημοσιεύσαντος, αἰφνηδίως εἰς ὁμολογίαν πάντων τῶν ὑποβληθέντων αὐτῷ ἐγκλημάτων ὁ δόλιος ἀρνητὴς ἐξέῤῥηξε, καὶ μόλις ποτὲ περὶ πάντων τῶν ἀπιθάντων ὀνειδῶν ἐκοντὶ αὐτὸς ἑαυτὸν ἤλεγξε· καὶ αὐτὴν ὁμοίως τὴν ἡμετέραν ἐλπίδα, ᾗ τινι καὶ ἐπιστεύσαμεν αὐτόν, καὶ ηὐχόμεθα ἐκ τῶν οὕτως ἐπαισχυντέων σπίλων δύνασθαι καθαρθῆναι, μετέστρεψεν εἰς στεναγμούς, εἰ μὴ ὅτι ταύτην ἡμῶν τὴν λύπην μιᾷ καὶ μόνῃ παραμυθίᾳ κατεπράϋνεν, ὅτι καὶ ἡμᾶς τοῦ ὀδυρμοῦ τοῦ διηνεκοῦς καμάτου εὐλύτωσε, καὶ τοῖς ἰδίοις τραύμασιν ὁτεδήποτε ἴασιν, εἰ καὶ ἀκουσίως καὶ τῆς ἰδίας συνειδήσεως ἀντιμαχομένης, ὁμολογήσας προενοήσατο, κύριε ἀδελφέ. Ἐν προφάτῳ τοίνυν τοῦ καθήκοντος τῆς ὀφειλομένης προσκυνήσεως ἐκπληρουμένου, ἱκετεύομεν, ἵνα τοῦ λοιποῦ πρὸς τὰς ὑμετέρας ἀκοὰς τοὺς ἐντεῦθεν παραγινομένους εὐχερῶς μὴ προσδέχησθε, μηδὲ τοὺς παρ᾽ ἡμῶν ἀποκοινωνητέους, εἰς κοινωνίαν τοῦ λοιποῦ θελήσητε δέξασθαι· ἐπειδὴ τοῦτο καὶ τῆς ἐν Νικαίᾳ συνόδῳ ὁρισθὲν εὐχερῶς εὕροι ἡ σὴ σεβασμιότης· εἰ γὰρ καὶ περὶ κατωτέρων κληρικῶν καὶ περὶ λαϊκῶν φαίνεται ἐκεῖ παραφυλάττεσθαι, πόσῳ μᾶλλον τοῦτο περὶ ἐπίσκοπων βούλεται παραφυλαχθῆναι; Μὴ οὖν οἱ ἐν τῇ ἰδίᾳ ἐπαρχίᾳ ἀπὸ τῆς κοινωνίας ἀναρτηθέντες παρὰ τῆς σῆς ἁγιωσύνης, σπουδαίως, καὶ καθὼς μὴ χρή, φανῶσιν ἀποκαθιστάμενοι τῇ κοινωνίᾳ. Καὶ τῶν πρεσβυτέρων δὲ ὁμοίως, καὶ τῶν ἑπομένων κληρικῶν τὰς ἀναιδεῖς ἀποφυγάς, ὡς ἔστι σου ἄξιον, ἀποδιώξει ἡ ἁγιωσύνη ἡ σή· ἐπειδὴ καὶ οὐ διά τινος ὅρου τῶν Πατέρων τοῦτο ἀπηγόρευται τῇ ἐν Ἀφρικῇ ἐκκλησίᾳ, καὶ τὰ ψηφίσματα τῆς ἐν Νικαίᾳ συνόδου, εἴτε κληρικοὺς τοῦ κατωτέρου βαθμοῦ, εἴτε αὐτοὺς τοὺς ἐπισκόπους, τοῖς ἰδίοις μητροπολίταις φανερώτατα κατέπεμψαν. Συνετῶς γὰρ καὶ δικαίως συνεῖδεν, ἁτιναδήποτε πράγματα ἀναφυῶσι, ταῦτα ἐν τοῖς ἰδίοις ὀφείλειν περατοῦσθαι τόποις· οὔτε γὰρ μιᾷ καὶ ἑκάστῃ προνοίᾳ ἐλογίσαντο ἐλλείπειν τὴν χάριν τοῦ ἁγίου Πνεύματος, δι᾽ ἧς ἡ δικαιοσύνη ἀπὸ τῶν τοῦ Χριστοῦ ἱερέων καὶ ὁρᾶται φρονίμως, καὶ κατέχεται σταθερῶς, μάλιστα, ὅτι καὶ ἑνὶ ἑκάστῳ συγκεχώρηται, ἐὰν περὶ τῆς δίκης τῶν διαγνωστῶν προΐσταται αὐτῷ πρὸς τὰς συνόδους τῆς ἰδίας ἐπαρχίας, ἢ ἔτι μὴν εἰς οἰκουμενικὴν σύνοδον ἐκκαλέσασθαι· εἰ μὴ ἆρά τίς ἐστιν, ὅστις πιστεύσει, ἑνὶ ᾡτινιδήποτε δύνασθαι τὸν Θεὸν ἡμῶν τῆς κρίσεως ἐμπνεῦσαι τὴν δικαιοσύνην, τοῖς δὲ ἀναριθμήτοις εἰς σύνοδον συνηθροισμένοις ἱερεῦσιν ἀρνεῖσθαι. Πῶς δὲ αὕτη ἡ περαματικὴ κρίσις βεβαία ἔσται, πρὸς ἣν τῶν μαρτύρων τὰ ἀναγκαῖα πρόσωπα, ἢ διὰ τὴν τῆς φύσεως, ἢ διὰ τὴν τοῦ γήρως ἀσθένειαν, ἢ πολλοῖς ἄλλοις ἐμποδισμοῖς, ἐνεχθῆναι οὐ δύναται; Περὶ γὰρ τοῦ, τινὰς ὡσανεὶ ἐκ τοῦ πλευροῦ τῆς σῆς ἁγιωσύνης πέμπεσθαι, οὐδεμιᾷ τῶν Πατέρων συνόδῳ ὁρισθὲν εὑρίσκομεν· ἐπειδὴ ὅπερ πάλαι διὰ τοῦ αὐτοῦ συνεπισκόπου ἡμῶν Φαυστίνου, ὡσανεὶ ἐκ μέρους τῆς ἐν Νικαίᾳ συνόδου αὐτόθεν ἀπέσταλτο, ἐν ταῖς ἀληθεστέραις ἀπογραφαῖς τῆς ἐν Νικαίᾳ, ἅσπερ ἐδεξάμεθα ἀπὸ τοῦ ἁγιωτάτου Κυρίλλου, τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας συνεπισκόπου ἡμῶν, καὶ παρὰ τοῦ προσκυνητοῦ Ἀττικοῦ του ἐν Κωνσταντινουπόλει ἐπισκόπου, πεμφθείσας ἐκ τῶν αὐθεντικῶν, αἵτινες ἔτι μὴν πρὸ τούτου διὰ Ἰννοκεντίου τοῦ πρεσβυτέρου, καὶ Μαρκέλλου τοῦ ὑποδιακόνου, δι᾽ ὧν πρὸς ἡμᾶς παρ᾽ ἐκείνων ἀπεστάλησαν, τῷ τῆς προσκυνητῆς μνήμης Βονιφατίῳ τῷ ἐπισκόπῳ τῷ προηγησαμένῳ ὑμᾶς παρ᾽ ἡμῶν ἐξεπέμφθησαν, τοιοῦτο τί ποτε οὐκ ἠδυνήθημεν εὑρεῖν. Ἐκβιβαστὰς τοίνυν κληρικοὺς ὑμῶν τινῶν αἰτούντων μὴ θέλετε ἀποστέλλειν, μήτε παραχωρεῖν, ἵνα μὴ τὸν καπνώδη τύφον τοῦ κόσμου δόξωμεν εἰσάγειν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ, ἥτις τὸ φῶς τῆς ἁπλότητος, καὶ τῆς ταπεινοφροσύνης τὴν ἡμέραν τοῖς τὸν Θεὸν ἰδεῖν ἐπιθυμοῦσι προσφέρει. Τοῦ γὰρ κλαυσίμου Ἀπιαρίου, ἤδη ἀπὸ τοῦ ἀδελφοῦ ἡμῶν Φαυστίνου κατὰ τὰς ἰδίας ἀθεμίτους ἀχρειωσύνας ἐκ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἀποκινηθέντος, ἀμέριμνοί ἐσμεν, ὅτι τοῦτον τῇ δοκιμῃ καὶ ῥυθμίσει τῆς σῆς ἁγιωσύνης ἐν τῷ σῴζεσθαι τὴν ἀδελφικὴν ἀγάπην περαιτέρω ἡ Ἀφρικὴ οὐδαμῶς ὑπομείνῃ.

Ἡ ὑπογραφή.

Ὁ Θεὸς ἡμῶν τὴν ἁγιωσύνην ὑμῶν ἐπὶ μήκιστον χρόνον φυλάξοι, ὑπὲρ ἡμῶν εὐχομένην, κύριε ἀδελφέ.

Перевод

Возлюбленному владыке и честнейшему брату Келестину – Аврилий, Палатин, Антонин, Тут, Сервусдей, Терентий и прочие, обретшиеся на общем Карфагенском Соборе.

Как твоя святыня изъявила вашу радость о прибытии Апиария писанием, посланным чрез сопресвитера нашего Льва, подобно и мы желали бы, чтобы с радостью послано было настоящее писание о его оправдании. Ибо поистине, и наше и ваше расположение было чуждо недоверчивости, и не пытливым являлось оно, предварительно склоняясь в пользу его, как бы уже выслушанного, тогда как его еще надлежало вопрошать. Итак, когда прибыл к нам святейший брат и соепископ наш Фавстин, мы созвали Собор и полагали, что он с Апиарием послан ради того, дабы как сей старанием его восстановлен был на пресвитерство, так и ныне возмог, его же попечением, оправдаться в стольких обвинениях, принесенных на него от жителей Фавракинских. Но многочисленный Собор наш нашел столь многие и столь великие беззакония Апиария, что они превозмогли действование вышереченного Фавстина, хотя то было покровительство более, нежели суд, и ходатайство более экдику свойственное, нежели справедливость, исследователю приличная. Ибо, во-первых, Фавстин сильно противостоял всему Собору, нанося ему различные оскорбления, якобы защищая преимущества Римской Церкви и желая, чтобы принят был нами во общение Апиарий, которого твоя святыня приняла в общение, поверив его жалобе, коей он не мог доказать; однако и сие

1 ... 412 413 414 415 416 417 418 419 420 ... 587
На этой странице вы можете бесплатно читать книгу Канонические правила Православной Церкви с толкованиями - Мамбурин бесплатно.
Похожие на Канонические правила Православной Церкви с толкованиями - Мамбурин книги

Оставить комментарий